27 C
Athens
Τετάρτη, 6 Ιουλίου, 2022

Ο Αυστραλίας Μακάριος συνεχάρη τον νεοεκλεγέντα Αρχιεπίσκοπο Κρήτης Ευγένιο

Αμέσως μετά την ανακοίνωση της εκλογής του νέου Αρχιεπισκόπου Κρήτης κ.κ. Ευγενίου από την Αγία και Ιερά Σύνοδο του Οικουμενικού Πατριαρχείου, ο Σεβασμιώτατος Αρχιεπίσκοπος Αυστραλίας κ.κ. Μακάριος επικοινώνησε τηλεφωνικώς με τον νέο Ποιμενάρχη της Μεγαλονήσου και του ευχήθηκε εκ μέρους των Θεοφιλεστάτων Επισκόπων της Αυστραλίας, του ευαγούς κλήρου και του ευσεβούς πληρώματος της πέμπτης ηπείρου «καλή ποιμαντορία» και «Άξιος». Παράλληλα, διαβίβασε τις ευχές των πολυπληθών και δυναμικών Κρητικών Συλλόγων της Αυστραλίας προς τον νέο Αρχιεπίσκοπο Κρήτης, ενώ απέστειλε και την ακόλουθη θερμή συγχαρητήρια επιστολή:

Τῷ Σεβασμιωτάτῳ Ἀρχιεπισκόπῳ Κρήτης

κυρίῳ κυρίῳ Εὐγενίῳ

Εἰς τήν Ἕδραν Αὐτοῦ.

            Σεβασμιώτατε ἅγιε Κρήτης, προσφιλέστατέ μοι Εὐγένιε,

Γηθοσύνως πληροφορηθέντες τήν Ὑμετέραν θεοκίνητον ἀνάδειξιν εἰς Ἀρχιεπίσκοπον Κρήτης, συγχαίρομεν ὁλοκαρδίως ἐκ μέρους τῶν παρ᾽ ἡμῖν Θεοφιλεστάτων Ἐπισκόπων, τοῦ εὐαγοῦς κλήρου καί τοῦ εὐσεβοῦς ποιμνίου τῆς ἁγιωτάτης Ἀρχιεπισκοπῆς Αὐστραλίας, τῇ Ὑμετέρᾳ προσφιλεστάτῃ μοι Σεβασμιότητι, τηλικαύτης λαχούσῃ θεοβραβεύτου καί δικαίας τιμῆς, ὁμοῦ τε τῇ περιπύστῳ καί ἱστορικῇ Ἱερᾷ Ἀρχιεπισκοπῇ Κρήτης, τοιούτου ἀξιωθείσῃ Ποιμενάρχου, πλουσίως τοῖς τοῦ Πνεύματος χαρίσμασι πεπροικισμένου καί ἐν τῷ ἀγῶνι τοῦ Εὐαγγελίου δεδοκιμασμένου, ἀσφαλῇ δέ κεκτημένου τά ἐχέγγυα, ἵνα κυβερνήσῃ ἀξίως καί θεοφιλῶς τήν ἐμπιστευθεῖσαν Αὐτῷ ποίμνην, καθοδηγήσῃ θεοπρεπῶς τήν ναῦν τῆς παρ᾽ Αὐτῷ ἐπαρχίας καί ἐπί νομάς ποδηγετήσῃ σωτηρίους τόν περιούσιον τοῦ Κυρίου λαόν.

            Ἀδελφικῶς κατασπαζόμενοι Ὑμᾶς φιλήματι ἁγίῳ, εὐχάς προσάγομεν τῷ Τρισαγίῳ Θεῷ δεόμενοι Αὐτοῦ, ὅπως διατηρῇ Ὑμᾶς ἐπί χρόνους μηκίστους ὑγιαίνοντα καί τόν λόγον τῆς ἀληθείας ὀρθοτομοῦντα, ἀπεργαζόμενον δέ ὑπέρ τῶν ἱερῶν καί ὁσίων συμφερόντων τοῦ πανσέπτου Οἰκουμενικοῦ ἡμῶν Θρόνου πρός δόξαν Θεοῦ καί σωτηρίαν ψυχῶν.

Ἐν Σύδνεϋ, τῇ 11ῃ Ἰανουαρίου 2022,

Ὁ Ἀρχιεπίσκοπος

† Ὁ Αὐστραλίας Μακάριος

Σχετικά άρθρα

ΤΕΛΕΥΤΑΙΑ ΑΡΘΡΑ