Κανὼν ΚΕ´ τῆς Δ´ Οἰκουμενικῆς Συνόδου
Ἐπειδή περ τινὲς τῶν μητροπολιτῶν, ὡς περιηχήθημεν, ἀμελοῦσι τῶν ἐγκεχειρισμένων αὐτοῖς ποιμνίων, καὶ ἀναβάλλονται τὰς χειροτονίας τῶν ἐπισκόπων· ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, ἐντὸς τριῶν μηνῶν γίνεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων, εἰ μήποτε ἄρα ἀπαραίτητος ἀνάγκη παρασκευάσοι ἐπιταθῆναι τὸν τῆς ἀναβολῆς χρόνον. Εἰ δὲ μὴ τοῦτο ποιήσοι, ὑποκεῖσθαι αὐτὸν ἐκκλησιαστικοῖς ἐπιτιμίοις. Τὴν μέν τοι πρόσοδον τῆς χηρευούσης ἐκκλησίας, σώαν παρὰ τῷ οἰκονόμῳ τῆς αὐτῆς ἐκκλησίας φυλάττεσθαι.