12.1 C
Athens
Κυριακή, 22 Δεκεμβρίου, 2024

Αρχιμ. Τιμοθέου Ραϊλάκη Βρανά: Λόγος στον Κατανυκτικό Εσπερινό της Δ’ Κυριακής των Νηστειών

Λόγος ἐκφωνηθείς εἰς τόν Κατανυκτικόν Ἑσπερινόν

τῆς Δ΄ Κυριακῆς τῶν Νηστειῶν (Ἁγίου Ἰωάννου τῆς Κλίμακος)

ἐν τῷ Ἱερῷ Ναῷ Ἁγίας Τριάδος Ταξείμ Κωνσταντινουπόλεως

τῇ 3ῃ Ἀπριλίου 2022

τοῦ Ἀρχιμανδρίτου Τιμοθέου Ραϊλάκη Βρανᾶ

Ἱερατικῶς Προϊσταμένου τῆς Κοινότητος

Εὐαγγελισμοῦ τῆς Θεοτόκου Βαφεοχωρίου Κωνσταντινουπόλεως

«Συνδράμετε, καί προσέλθετε, δεῦτε καί ἀκούσετε, καί διηγήσομαι ὑμῖν· πάντες οἱ τόν Θεόν παροργίσαντες, ἀθροίσθητε καί ἴδετε, ὅσα πρός οἰκοδομήν ὑπέδειξε τῇ ψυχῇ μου» (Κλῖμαξ, Λόγος Ε΄)

Παναγιώτατε Πάτερ καί Δέσποτα,

Σεβασμιώτατοι Ἅγιοι Ἀρχιερεῖς,

Your Grace Bishop Massimiliano,

Ἀγαπητοὶ Πατέρες,

Ἐκλεκτὴ Ὁμήγυρις,

Σήμερον ἡ Χάρις τοῦ Παναγίου Πνεύματος συνήγαγεν πάντας ἡμᾶς ἐν τῇ Μεγαλωνύμῳ ταύτῃ Κοινότητι τοῦ Σταυροδρομίου, ἔνθα ἔθος ἐκκλησιαστικόν πραγματοῦται. Ἔθος παλαιόν, ἔθος πατροπαράδοτον ἐν ταὐτῷ δέ καί λαοφίλητον, ὡς ἐστίν ἡ τέλεσις τῶν Κατανυκτικῶν Ἑσπερινῶν κατά τάς Κυριακάς τῆς Ἁγίας καί Μεγάλης Τεσσαρακοστῆς, χοροστατούσης τῆς Ὑμετέρας Θειοτάτης Παναγιότητος.

Ὑπείκων εἰς τήν Σεπτήν ἐντολήν Αὐτῆς, ὅπως ἀνέλθω τήν ἀνάντη κλίμακα τοῦ Ἱεροῦ τούτου Ἄμβωνος ἵνα διακονήσω τό μυστήριον τοῦ λόγου, ὅν ἔστιν ἀναπόσπαστον μέρος τῆς λατρείας, ἐπικαλοῦμαι, Παναγιώτατε Πάτερ καί Δέσποτα, τάς Θεοπειθεῖς Ὑμῶν Εὐχάς, ὅπως ἡ Θεία Χάρις, «ἡ πάντοτε τά ἀσθενῆ θεραπεύουσα καί τά ἐλλείποντα ἀναπληροῦσα» (Ἀρχιερατικόν ἔκδ. Πατριαρχικοῦ Ἱδρύματος Πατερικῶν Μελετῶν, Θεσσαλονίκη 2004, σ. 123), ἐπισκιάσῃ μοι, καί οὕτως ἄρξομαι κἀγὼ ὁ ἀνάξιος τά μεγαλεῖα τοῦ Θεοῦ διηγήσασθαι.

Ὡς εἶναι τοῖς πᾶσι γνωστόν, τῇ αὐτῇ ἡμέρᾳ, Κυριακή Δ΄ τῶν Νηστειῶν, οἱ τά πάντα καλῶς διαταξάμενοι Πατέρες ὥρισαν ὅπως «μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος». (Συναξάριον Δ΄ Κυριακῆς τῶν Νηστειῶν· Τριώδιον, ἐκδ. τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐν Ἀθήναις 1960, σ. 252).

Ὁ ἐν λόγῳ Ὅσιος ὑπῆρξεν ἕν ἐκ τῶν πολλῶν ἐκλεκτῶν τέκνων τῆς ἐρήμου. Ἐξήνθησε μεταξύ ἕκτου καί ἑβδόμου αἰῶνος μετά Χριστόν ἡ Σιναΐτις ἔρημος καί ἀνεφύετο, τῇ εὐλογίᾳ τοῦ Δωρεοδότου Θεοῦ, ὁ κλεινός Ἰωάννης ὡς ἄλλο τι εὐωδέστατον ἄνθος.

«Τίς δώσει μοι πτέρυγας ὡσεί περιστερᾶς καί πετασθήσομαι καί καταπαύσω;» (Ψαλμ. 54, 7) διερώτησεν ἑαυτόν ὁ μακάριος Ἰωάννης ἵνα λάβῃ τήν ἀπάντησιν «τοῖς ἐρημικοῖς ζωή μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις» (Ἀναβαθμοί, ἦχος πλ. α΄, Παρακλητική, ἔκδ. 6η, ἐκ τοῦ Ἑλληνικοῦ Τυπογραφείου Ὁ Φοῖνιξ, Βενετία 1897, σ.  189).

Καί τῷ ὄντι θείῳ ἔρωτι πτερούμενος ὁ ἱερός Πατήρ, ἐπεδόθη μετά ζήλου εἰς τά ἀσκητικά σκάμματά τε καί παλαίσματα τῆς ξενιτείας, τῆς ἀποταγῆς καί παραιτήσεως ἐκ τοῦ κόσμου, τῆς παρθενίας καί ἑκουσίου κακοπαθείας, τῆς ὑποταγῆς καί ὑπακοῆς εἰς τόν Πνευματικόν Ἀλείπτην.

Τούτων πάντων χρώμενος εἵλκυσε τήν Χάριν τοῦ Παναγίου Πνεύματος καί ἐπετάσθη εἰς ὕψος τοῖς ἀνθρώποις δυσανάβατον μέν, οὐχί ἀκατόρθωτον δέ, τῶν Ἁγίων Ἀγγέλων ἰσοστάσιος γενόμενος.

Οὕτως, ὁ Ὅσιος καταστείς ζῶν ἐνδιαίτημα τῆς Τρισηλίου Θεότητος, ἔλαβε πλουσίαν τήν δωρεάν τοῦ Παναγίου Πνεύματος, διό καί «ἐξηρεύξατο ἡ καρδία του λόγους ἀγαθούς» (Ψαλμ. 44, 2) καί «ἔρρευσαν ἐκ τῆς κοιλίας Αὐτοῦ ποταμοί ὕδατος ζῶντος» (Ἰω. 7, 38).

Κατά τούς ἀψευδεῖς λόγους τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ «οὐδείς δέ λύχνον ἅψας εἰς κρυπτήν τίθησιν οὐδέ ὑπό τόν μόδιον, ἀλλ’ ἐπί λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τό φέγγος βλέπωσιν» (Λκ. 11, 33).

Ταῦτα γνοῦς καί ὁ μακάριος Ἰωάννης, οὐκ «ἔκρυψε τό τάλαντόν του εἰς τήν γῆν» (Μτ. 25, 25) ἀλλά, κοινωνός τῆς ἀληθείας ὁ Αὐτός γενόμενος ἠθέλησε καί ἑτέρους κοινωνούς αὐτῆς ποιῆσαι.

Φωτισθείς ἐκ τοῦ «ἀνεσπέρου Φωτός» (Ἱερατικόν, ἔκδ. Οἰκουμενικοῦ Πατριαρχείου, σ. 134) ἐφώτισε καί τούς σύν Αὐτῷ. Καθαρθείς «τῇ καθαρτικῇ τῆς ὑπερουσίου Τριάδος ἐνεργείᾳ», (Ἱερατικόν, ἐκδ. Οἰκουμενικοῦ Πατριαρχείου, σσ. 359-360) ὑπέδειξε τοῖς ἐγγύς καί τοῖς μακράν τήν ἀνάντη ὁδόν τῆς καθάρσεως. Τά πάντα κοινά τοῖς ἀδελφοῖς.

Ὁ λόγος του «ἅλατι ἠρτυμένος», (Κολ. 4, 6) μεστός τῆς διδασκαλίας τοῦ Ἁγίου Εὐαγγελίου καί τῆς Ἱερᾶς Παραδόσεως, ἀνέδραμε πορρωτέρω τῶν γεωγραφικῶν ὁρίων τῆς Σιναΐτιδος ἐρήμου καί τῶν χρονικῶν τερμάτων τοῦ ἑβδόμου αἰῶνος μετά Χριστόν κατά πολύ ὑπερέβη.

Τούτων ἁπάντων ἕνεκεν ὁ προκείμενος Ὅσιος Πατήρ ἡμῶν κατέστη Οἰκουμενικός Διδάσκαλος διό «εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ρήματα Αὐτοῦ» (Ψαλμ. 18, 5), «φωτίζων τούς ἐν σκότει» (Ἀπολυτίκιον Ἑορτῆς Ὑπαπαντῆς τοῦ Σωτῆρος Χριστοῦ. Μηναῖον Φεβρουαρίου, ἔκδ. 4η, ἐκ τῆς Ἐκκλησιαστικῆς Τυπογραφίας τοῦ Φοίνικος, ἐν Βενετίᾳ 1868, σ. 42).

Ἐν τῷ ἡγιασμένῳ Προσώπῳ Αὐτοῦ οἱ μέν Ὅσιοι Παχώμιος, Ἀντώνιος, Ἀρσένιος, ὡς καί σύμπας ὁ πρό Αὐτοῦ τῶν Θεοφόρων Πατέρων χορός τόν ἑαυτῶν διάδοχον ἀνέβλεψε.

Τό Ἅγιον καί Θεοβάδιστον Ὄρος Σινᾶ, νέου Μωϋσέως ἠξιώθη, ὅστις λόγῳ, ἔργῳ καί ὑποδείγματι εἰς νομάς σωτηρίους τόν «Νέον Ἰσραήλ» καθοδήγει.

Ἡμεῖς δέ οἱ ἐπιγιγνόμενοι, κληρικοί τε καί λαϊκοί, εὕρομεν ἐν Αὐτῷ τόν τῆς ὀρθοδόξου ἀσκητικῆς διδάσκαλον, τόν ἐραστήν τῆς ἐν Χριστῷ ζωῆς καί πολιτείας.

Ἡ περί τῆς ἐν Χριστῷ ζωῆς καί πολιτείας διδασκαλία τοῦ μακαρίου Ἰωάννου ἐμπεριέχεται εἰς τό ἑαυτοῦ συγγραφικόν πόνημα «Κλῖμαξ», ὅ συνετάχθη τῇ προτροπῇ καί παρακλήσει τοῦ Ἀββᾶ Ἰωάννου, καθηγουμένου τῆς Ραϊθοῦ, πρός «τῷ ὑπερφυεστάτῳ καί ἰσαγγέλῳ καί ὑπερλίαν διδασκάλῳ» (Κλῖμαξ Επιστολαί) Ἀββᾶ Ἰωάννη, καθηγουμένῳ τῶν ἐν τῷ Σιναίῳ Ὄρει μοναχῶν.

Διαιρεῖται εἰς τριάκοντα (30) λόγους, οἵτινες ὡσεί βαθμῖδαι νοητῆς κλίμακος ἄγουσιν τοῖς βουλομένοις οὐχί ἁπλῶς ἀναγνῶσαι ἀλλά ἀθλῆσαι, ἐκ τῶν χθαμαλῶν εἰς τά ὑψηλά καί ἐκ τῶν γηΐνων εἰς Αὐτόν «τόν κατοικοῦντα ἐν τῷ οὐρανῷ» (Ψαλμ. 122, 1).

«Κλῖμαξ», ἔνθα αἱ ἀρεταί, τά πάθη, ἡ προέλευσις, ἡ ἐπαύξησις καί ἡ ἐκρίζωσίς των ἀντιστοίχως περιγράφεται, ἔστι ἡ διά μελάνης μαρτυρουμένη ἀπόδειξις τῆς ἀγάπης τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάννου ὑπέρ τῆς Ἐκκλησίας, ὑπέρ τῆς οἰκοδομῆς τῶν ἀδελφῶν του Χριστιανῶν.

Ἀπατῶνται οἰκτρά οἱ πιστεύοντες ὅτι ὁ ἐν λόγῳ Ὅσιος Πατήρ ἀπευθύνεται διά τῆς «Κλίμακος» μόνον εἰς τούς ἀζύγους οἰκιστάς τῆς ἐρήμου. Ἡ θεώρησις αὕτη ἀδικεῖ τόν Ἱερόν Συγγραφέα, καθ’ ὅσον ἡ ὀλιγάρκεια καί ἡ αὐτάρκεια, εἰσίν ἀρεταί ἁρμόζουσαι εἰς ὅλους τούς Χριστιανούς, ἐγγάμους ἤ ἀγάμους, κληρικούς, λαϊκούς καί μοναχούς.

Ὁ μακάριος Ἰωάννης, ὅπως καί σύμπας ὁ τῶν Ὁσίων καί Θεοφόρων Πατέρων καί Μητέρων ἡμῶν χορός, διά τῶν ἱερῶν συγγραμμάτων, συμβουλῶν καί προσευχῶν των ἀγωνιοῦσιν ὅπως «μορφωθῇ Χριστός ἐν ἡμῖν» (Γαλ. 4, 19). Ὅπως πάντες οἱ ἄνθρωποι ζήσωμεν ἐν Ἁγίῳ Πνεύματι.

Ἡ ἐπίδοσις ἡμῶν τῶν Χριστιανῶν εἰς τάς χριστιανικάς ἀρετάς δέν ἀποτελεῖ τόν αὐτοσκοπόν τῆς χριστιανικῆς ζωῆς ἀλλά τό μέσον διά τήν ἐπίτευξιν αὐτοῦ. «Ὁ σκοπός τῆς χριστιανικῆς ζωῆς», καθ’ ἅ λακωνικῶς λέγει ὁ Ὅσιος Πατήρ ἡμῶν Σεραφείμ τοῦ Σάρωφ, «ἐστί ἡ ἀπόκτησις τοῦ Ἁγίου Πνεύματος» (Νικοδήμου  Γκατζιρούλη,  Ἀρχιμ. Ὁ Σεραφείμ τοῦ Σάρωφ, ἐκδ. Ἀστέρος, σ. 67).

Διά τῆς ἀποκτήσεως τοῦ Ἁγίου Πνεύματος ἀποκαθιστᾶται ἡ κοινωνία τοῦ ἀνθρώπου μετά τοῦ Θεοῦ, μετά τῶν ἄλλων ἀνθρώπων καί συλλήβδην μεθ’ ὁλοκλήρου τῆς κτίσεως. Οὕτως κατορθοῦται ἡ πολυπόθητος ἐπιστροφή τοῦ ἀσώτου εἰς τήν πατρικήν οἰκίαν.

Δικαίως οὖν γεννᾶται τό ἐρώτημα: διατί ἡ ἀπόκτησις τοῦ Ἁγίου Πνεύματος κομβικῆς σημασίας τοῖς ἀνθρώποις ἐστί καί τίνι τρόπῳ ἡ Θεία Χάρις ἐντός ἡμῶν ἐνεργεῖ ἵνα ταῦτα πάντα συντελεσθῶσι;

Ἡ ἀπάντησις δίδεται διά στόματος τοῦ μισοκάλου διαβόλου εἰς τόν περί Γαστριμαργίας Λόγον τοῦ Ἁγίου: «ἐμέ πολεμεῖ μέν, οὐ νικᾷ δέ μνήμη πταισμάτων· ἐχθραίνει μοι εἰς ἅπαν ἔννοια θανάτου, τό δέ ἐμέ καταργοῦν τελείως ἐν ἀνθρώποις οὐδέν· ὁ κτησάμενος παράκλητον, τούτῳ ἐντυγχάνει κατ’ ἐμοῦ· κἀκεῖνος δυσωπηθείς, ἐμπαθῶς οὐκ ἐᾷ με ἐνεργεῖν· οἱ γάρ ἐκείνου ἄγευστοι, διά τῆς ἐμῆς γλυκύτητος πάντως ἡδύνεσθαι ζητοῦσι» (Κλῖμαξ, Λόγος ΙΔ΄).

Συνελόντι εἰπεῖν, ὅπου ἐπισκιάσῃ ἡ Χάρις τοῦ Παρακλήτου, «ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις» (Δοξαστικόν τῶν Αἴνων τῆς ἑορτῆς τῆς Συνάξεως τῶν Παμμεγίστων Ταξιαρχῶν, Μηναῖον Νοεμβρίου, ἔκδ. 4η, ἐκ τῆς Ἐκκλησιαστικῆς Τυπογραφίας τοῦ Φοίνικος, ἐν Βενετίᾳ 1868, σ. 53), μή δυναμένη ἀνθέξαι τήν Δύναμιν τοῦ Θεοῦ καὶ ἐλεύθερος ἐκ τῆς ἐπηρείας τοῦ πονηροῦ πᾶς ἄνθρωπος ἀναγεννᾶται πνευματικῶς.

Ποῖαι ὅμως εἰσί αἱ προϋποθέσεις προσελκύσεως τῆς Πανσθενουργοῦ Θείας Χάριτος, ἵνα πᾶς ἄνθρωπος ἀφεθῇ ἐλεύθερος πόρρω τῶν τυραννικῶν μεθοδεύσεων τῶν πονηρῶν δαιμόνων;

Ἡ ἀπάντησις δίδεται εἰς περί Διακρίσεως Λόγον: «Πάσης πνευματικῆς ἐργασίας ὁρωμένης τε καί νοουμένης προηγεῖται πρόθεσις οἰκεία καί πόθος ἄριστος, μετά συνεργίας Θεοῦ γινόμενα» (Κλῖμαξ, Λόγος ΚΣΤ΄α).

Ἡ Σωτήριος Χάρις τοῦ Θεοῦ «πάντας ἀνθρώπους θέλει σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» (Α΄ Τιμ. 2, 4)· διό συνεργαζομένη ὁμοῦ μετά τῆς ἐλευθέρας βουλήσεως καί θελήσεως τοῦ ἀνθρώπου ἐνεργοῦσι ἀπό κοινοῦ τήν πραγμάτωσιν τῆς σωτηρίας ἡμῶν τῶν βροτῶν.

Παναγιώτατε Πάτερ καί Δέσποτα, ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί,

«Ὁ μένων ἐν ἐμοί κἀγὼ ἐν αὐτῷ», λέγει Κύριος ὁ Θεός, «οὗτος φέρει καρπόν πολύν, ὅτι χωρίς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν» (Ἰω. 15, 5).

Ὁ δέ Ὅσιος Πατήρ ἡμῶν Ἰωάννης εἰς τόν Περί Ἁγνείας Λόγον του ἐπεξηγεῖ ἐκτενεστέρως γράφων: «ὁ τήν ἑαυτοῦ σάρκα βουληθείς πολεμῆσαι ἤ νικῆσαι ἐξ ἑαυτοῦ, εἰς μάτην τρέχει· ἐάν γάρ μή Κύριος καταλύσῃ οἶκον σαρκός, καί οἰκοδομήσῃ οἶκον ψυχῆς, εἰς μάτην ἠγρύπνησε καί ἐνήστευσεν ὁ καταλύειν βουλόμενος» (Κλῖμαξ, Λόγος ΙΕ΄).

Ἐξ ὅσων ἐλέγχθησαν κατεδείχθη ὅτι ἡ σωτηρία πάντων ἡμῶν ἔργον τῆς Θείας Προνοίας καί μόνον ἐστί.

Ἔργον ἑκάστου ἐξ ἡμῶν ἡ ἀβίαστος πρόθεσις ὅπως βαστάξωμεν τόν καύσωνα τοῦ θέρους καί τό ψῦχος τοῦ χειμῶνος, ἵνα ταπεινούμενοι ἐξιλεώσωμεν τῷ Κυρίῳ.

Τοῦτο ἔπραξεν ὁ σήμερον ὑπό τῆς Ἐκκλησίας προβαλλόμενος καί τιμώμενος Ὅσιος Ἰωάννης τῆς «Κλίμακος».

Τοῦτο ἔπραξεν ὁ τῶν Ἁγίων πάντων χορός.

Τοῦτο ἔπραξε τό εὐσεβές ἡμῶν Γένος, καθ’ ὅλα τά ἔτη τῆς ἑαυτοῦ ἐπί τῆς Γῆς παρουσίας.

Τοῦτο ποιεῖ καί ἡ ἐν Κωνσταντινουπόλει Ρωμαίϊκη Κοινότης ἡμῶν, ἔχουσα ὡς πρότυπον εἰς τόν προκείμενον αὐτῆς ἀγῶνα τήν Ὑμετέραν Θεοτίμητον Κορυφήν, Ἥτις ἀγογγύστως καί ἀνδρείως βαστάζει τόν ἑαυτῆς προσωπικόν Σταυρόν, ὁμοῦ μετά τοῦ Σταυροῦ τῆς Ρωμιοσύνης, περιφέρουσα αὐτούς λιτανευτικῶς, πρός δόξαν Θεοῦ καί εὔκλειαν τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

Δεήθητε οὖν, Παναγιώτατε Πάτερ καί Δέσποτα, ὅπως, ἄχρι τῆς συντελείας τοῦ αἰῶνος τούτου τοῦ ἀπατεῶνος, οἱ λόγοι τοῦ Ὁσίου Πατρός ἡμῶν Ἰωάννου τοῦ «Κλίμακος» εὑρίσκωσιν ὦτα εὐήκοα εἰς τήν Πόλιν καί εἰς τήν ἀνά τόν κόσμον κληρουχίαν τοῦ Πανσέπτου Ἀποστολικοῦ καί Πατριαρχικοῦ Θρόνου τῆς Κωνσταντινουπόλεως. Γένοιτο.

Σχετικά άρθρα

ΤΕΛΕΥΤΑΙΑ ΑΡΘΡΑ